Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.50 Dem. 43.54 (English) >>Dem. 43.56

43.52διαρρήδην λέγει νόμος, ἄνδρες δικασταί, οἷς δεῖ τὴν κληρονομίαν εἶναι· οὐ μὰ Δίʼ οὐ Θεοπόμπῳ οὐδὲ Μακαρτάτῳ τῷ Θεοπόμπου υἱεῖ, τοῖς μηδὲ τὸ παράπαν ἐν τῷ οἴκῳ οὖσι τῷ Ἁγνίου. ἀλλὰ τίνι καὶ δίδωσιν; τοῖς ἐκγόνοις τοῖς Ἁγνίου, τοῖς οὖσιν ἐν τῷ οἴκῳ τῷ ἐκείνου. ταῦτα καὶ νόμος λέγει, καὶ τὸ δίκαιον οὕτως ἔχει.

43.53οὐ τοίνυν, ἄνδρες δικασταί, ταῦτα μὲν ἔδωκεν νομοθέτης τοῖς προσήκουσιν, ἕτερα δὲ οὐ προσέταξεν πολλὰ πάνυ ἐν τῷ νόμῳ, δεῖ ποιεῖν τοὺς προσήκοντας ἐπάναγκες· ἀλλὰ πολλὰ πάνυ ἐστὶν προστάττει ποιεῖν τοῖς προσήκουσιν, καὶ πρόφασιν οὐδεμίαν δίδωσιν, ἀλλʼ ἐξ ἀνάγκης δεῖ ποιεῖν. μᾶλλον δὲ λέγε αὐτὸν τὸν νόμον τὸν πρῶτον. 43.54Νόμος

τῶν ἐπικλήρων ὅσαι θητικὸν τελοῦσιν, ἐὰν μὴ βούληται ἔχειν ἐγγύτατα γένους, ἐκδιδότω ἐπιδοὺς μὲν πεντακοσιομέδιμνος πεντακοσίας δραχμάς, δʼ ἱππεὺς τριακοσίας, δὲ ζευγίτης ἑκατὸν πεντήκοντα, πρὸς οἷς αὐτῆς. ἐὰν δὲ πλείους ὦσιν ἐν τῷ αὐτῷ γένει, τῇ ἐπικλήρῳ πρὸς μέρος ἐπιδιδόναι ἕκαστον. ἐὰν δʼ αἱ γυναῖκες πλείους ὦσι, μὴ ἐπάναγκες εἶναι πλέον μίαν ἐκδοῦναι τῷ γʼ ἑνί, ἀλλὰ τὸν ἐγγύτατα ἀεὶ ἐκδιδόναι αὐτὸν ἔχειν. ἐὰν δὲ μὴ ἔχῃ ἐγγυτάτω γένους μὴ ἐκδῷ, ἄρχων ἐπαναγκαζέτω αὐτὸν ἔχειν ἐκδοῦναι. ἐὰν δὲ μὴ ἐπαναγκάσῃ ἄρχων, ὀφειλέτω χιλίας δραχμὰς ἱερὰς τῇ Ἥρᾳ. ἀπογραφέτω δὲ τὸν μὴ ποιοῦντα ταῦτα βουλόμενος πρὸς τὸν ἄρχοντα.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.50 Dem. 43.54 (English) >>Dem. 43.56

Powered by PhiloLogic